Sursa: http://www.youtube.com/watch?v=hnbie6QfgPk
Psalm 135 (136)
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, Ἀλληλούϊα. Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, Ἀλληλούϊα.
Niciun comentariu:
Trimiteți un comentariu